Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.338 Joseph. AJ 1.343 (English) >>Joseph. AJ 1.346

1.341

Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο. 1.342ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. 1.343

Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί. 1.344οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον. 1.345

Παρῆν δʼ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.338 Joseph. AJ 1.343 (English) >>Joseph. AJ 1.346

Powered by PhiloLogic